Thesauros Literature biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
15 τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;
15 Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκροῖς· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς. Ὀποῦς V. Rose (cf. Eustathius on Il. ii. 531, p. 277): λοκρός. πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον Φύσκον F.C.B.: Φυσκεῖς is the gentile name. Cf. S.G.D.I. 1529 a 15. καὶ Οἰάνθειαν, Οἰάνθειαν F.C.B.: Ὑάνθειαν. καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν.
15 Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ διὰ δὲ διὰ Bernardakis: δὲ. τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ. τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω τὰν τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric. βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν. τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric.
16 τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme