13
πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. ἐκεῖθεν τῆς Μολοττίας τὴν περὶ τὸν Αὔαν Αὔαν seems required by the ending of the adjective below rather than Αὖον (Xylander from Stephanus Byzantius): Ἀραούαν. χώραν; κατέσχον, ὅθεν ὠνομάσθησαν Παραυαῖοι.; Παραυαῖοι Xylander (as in Thuc. ii. 80, and elsewhere): Παραοῦαι. μετὰ ταῦτα Κίρραν κατέσχον· ἐν δὲ Κίρρᾳ Κίρρᾳ Hatzidakis and Kontos: Κίρρῃ. καταλεύσαντες καταλεύσαντες Xylander: καταπλεύσαντες. Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δὲ ἂν λάβωσι παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς ὡς Wyttenbach: καὶ. προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ καταφανὴς καταφανὴς F.C.B.; ἐμφανὴς Meziriacus; οὐκ ἀφανὴς H. Richards (all amounting to the same thing): ἀφανὴς. ἦν ἠγαπηκὼς τὸ δῶρον ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας. οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι καθʼ ἑκατόμβης.