10
τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, ἐπινεμομένων Wyttenbach and E: ἐπιγενομένων. φυξίμηλα καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος.
11
τίνες οἱ ἀποσφενδόνητοι;
11
Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε. προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων ἀποσφενδόνητοι προσωνομάσθησαν.
12
τίς ἡ παρὰ Δελφοῖς Χάριλλα Χάριλλα... Χαρίλλαν Hatzidakis: Χάριλα... Χαρίλαν.;
12
τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν Σεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλλαν. Χάριλλα... Χαρίλλαν Hatzidakis: Χάριλα... Χαρίλαν.