Thesauros Literature biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
58 διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;
58 Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν ἄλλων ἄλλων E. Capps: νεῶν. διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας. ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος· ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ αὑτῷ Dübner: αὐτῷ. διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν. ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, Χαλκιόπην Wyttenbach, from Apollodorus, Bibliotheca, ii. 7. 8: Ἀλκιόπου. ἀνέλαβε στολὴν ἀνθίνην. διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.
59 πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme