49
πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως· Ζειποίτου δὲ βασιλεύσαντος τούτων, τούτων Helmbold: αὐτῶν. πανστρατιᾷ, καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν. ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας· καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ αὐταὶ Dübner: αὗται. διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς καλύπτρας. αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.
50
διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;
50
ἢ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;
51
διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;
51
ἢ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων ἄκρων Madvig; ὀρῶν Wyttenbach: ἀγρῶν. εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης ὅθεν ἄπιοι αἱ αἱ Bernardakis: omitted in most mss, two having οἱ. ἀχράδες ἐπωνομάσθησαν. ἐπωνομάσθησαν] μετωνομάσθησαν in nearly all mss.