51
διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν; ἦ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων ἄκρων Madvigius: ἀγρῶν εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης· ὅθεν ἄπιοι αἱ αἱ *: οἱ ἀχράδες ἐπωνομάσθησαν.
52
τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ἐνόδας ἐνόδας] corruptum. cf. Symbolas meas ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν; ἦ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους ἵππους W: ἵππων ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;
53
διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς δανειζομένοις τὸ ἀργύριον; ἦ ὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται;