38
τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι· κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους ψολόεις, αὐτὰς δὲ ὀλείας οἷον ὀλοάς. αὐτὰς... ὀλοάς Meziriacus: τὰς αἰολείας (καὶ οἰωνολόας in E) οἰωνολόας. καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς. ἀπέβη δʼ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἔκ τοῦ ἔκ του F.C.B.: ἐκ τοῦ. τυχόντος ἑλκυδρίου ἑλκυδρίου (the better attested form) Hatzidakis: ἑλκειδίου or ἑλκυδίου. νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.
39
διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὑπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς ἀποστέλλουσι;
39
πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ εἰς Ἐλευθεράς, οἷον τὸ εἰς Ἀμελοῦς χώραν καὶ τὸ ἥξεις εἰς Ἀρέσαντος ἕδος;