Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
109 διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν ἀλεύρου θιγεῖν, οὐδὲ ζύμης; ἦ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔθʼ ὃ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου χρείαν οὐκ ἔσχηκε. διὸ καὶ μυλήφατον μυλήφατον] Hom. β 355 ὁ ποιητής ἄλφιτον ἐκ μεταφορᾶς ὠνόμασεν ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον· ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μιγνυμένη· γίγνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ ὅλως ἔοικε σῆψις ἡ ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον.
110 διὰ τί καὶ σαρκὸς ὠμῆς ἀπείρηται τῷ ἱερεῖ ψαύειν; πότερον ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει τὸ ἔθος, ἢ διʼ ἣν τὸ ἄλευρον αἰτίαν ἀφοσιοῦνται καὶ τὸ κρέας; οὔτε γάρ ἐστι ζῷον οὔτε ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν. τὸ δὲ πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλʼ εἰδεχθῆ καὶ ἑλκώδη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme