112
τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοητεύοντα τοὺς πολλούς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς; ἢ ὡς ἢ ὡς added by Titchener and Pohlenz. τῆς γῆς ἐχόμενον; διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτʼ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις Ἀγριωνίοις Meziriacus and Wyttenbach: ἄγριον ἴοις δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν.
112
ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν ὥστε μὴ παντελῶς ἀπιθάνους εἶναι τοὺς λέγοντας ὅτι καὶ πνεῦμα μανίας ἔχων ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ ταράττει, ταράττει Wyttenbach (cf. 136 c): σπαράττει. καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χαρὰν χαρὰν Wyttenbach (καρὰν Meziriacus): χάριν τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.
113
διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ δίφρον ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι;
113
πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρροπον ἦν τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς τὸ τῆς βασιλείας, καὶ μὴ τοὺς τοὺς added by F.C.B. τυχόντας ἱερεῖς ἀπεδείκνυσαν;