Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
96 διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ἀλλὰ] ἀλλ’ ἢ? ζώσας κατορύττουσι; πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον· ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος· εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme