Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
75 διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ ὑφʼ] ἐφʼ Abreschius ἑαυτοῦ περιεώρων μαραινόμενον; πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἢ διδάσκει τὸ ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme