73
διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι; καθέζεσθαι W: καθίζεσθαι πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσίς τις εἶναι καὶ μιασμὸς τοῦ σώματος.