Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
63 διὰ τί τῷ καλουμένῳ ῥῆγι σακρώρουμ (οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν) ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν; ἦ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτε ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι βασιλεύεσθαι W: βουλεύεσθαι δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ Κομιτίῳ *: κομητίῳ πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς
64 διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος; πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν ὑπολείπειν? καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖν δεῖ? κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme