Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
62 διὰ τί τῶν λεγομένων Φιτιαλέων, Φιτιαλέων *: φιδιαλίων Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτος ἐνομίζετο μέγιστος (ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσίν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν· οἱ γὰρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται); πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος ᾧ συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προϊστάμενον ἅμα πρόσω καὶ ὀπίσω πρόσσω καὶ ὀπίσσω Homerus A 343. ω 451 καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme