Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
61 πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων καὶ μετῳκηκέναι πρὸς αὑτοὺς αὑτοὺς Hatzidakis: αὐτούς. ἐφοβοῦντο τὸ αὐτὸ παθεῖν ὑφʼ ἑτέρων; ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν.
61 ἢ καθάπερ Ὁμήρῳ πεποίηται τὸ γαῖα δʼ ἔτι ἔτι Homer: ἐστι. ξυνὴ πάντων ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, ἔχοντας Meziriacus: ἔχοντες. οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι;
62 διὰ τί τῶν λεγομένων Φιτιαλέων, Φιταλέων Bernardakis: φιδαλέων (-ίων E). Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν καὶ καὶ added by H.J. Rose. σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτος ἐνομίζετο μέγιστος; ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται.
62 πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme