5
ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειροῦντος ἐπιχειροῦντος Helmbold: ἐπιχειρούντων. ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν· ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος καταστῆναι τοῖς ὕστερον.