Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
53 ἢ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην τὴν πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ αἱ] omitted in all mss. except E. Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον· καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.
54 διὰ τί τὰ κρεοπώλια μάκελλα καὶ μακέλλας καλοῦσι;
54 πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε; καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς· ἀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Καρβιλίου Xylander: Καρβειλίου. Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθάνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον.
54 ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλοὺς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι κρεοπώλιον ἀπʼ ἐκείνου κτησάμενον τὴν προσηγορίαν.
55 διὰ τί ταῖς Ἰανουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme