Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
47 ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν;
48 διὰ τί τῇ τῶν Κωνσυαλίων Κωνσυαλίων Meziriacus: Κωνσταλίων. ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;
48 πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτήν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας;
48 ἢ ὅτι, ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις;
49 διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν ἀρχὴν Meziriacus: ἄρχειν. ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε;
49 πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν τῷ κόλπῳ κομίζοντες;
49 ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς παραγγελίας παραγγελίας Wyttenbach: ἐπαγγελίας κατῄεσαν;
49 ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν;
50 διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικὸς, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος ἱστόρηκε; Ἀτήιος Xylander: τήιος.
50 πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτʼ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος; ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτʼ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme