31
πότερον ἀπὸ τῆς ταλασίας; καὶ γὰρ τὸν τάλαρον τάλασον τάλασον Xylander: τάλαντον. ὀνομάζουσι· καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύασιν ὑποστρωννύασιν] all mss. except E have ὑποστρωννύουσιν. · αὐτὴ δʼ εἰσφέρει μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει, τοῦ ἀνδρός.
31
ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος; ἐπεὶ δʼ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν Σαβίνων θυγατέρας ἐλθούσας ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν πελατῶν Wyttenbach: πελαστῶν τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ τοῦ μηδένα πελάζειν μηδʼ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο. τιμῶντες οὖν οἱ λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον· ὅθεν, εὐτυχοῦς γάμου γενομένου, καὶ τοῖς ἄλλοις εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον.
32
διὰ τί τοῦ Μαΐου μηνὸς περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας εἴδωλα ῥιπτοῦντες ἀνθρώπων εἰς τὸν ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν;