29
διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν οἱ προπέμποντες; πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον· ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς μηδὲ καταλιπεῖν καταλείπειν? τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος.
30
διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν κελεύουσιν ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα; πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ συνάρχειν (καὶ τὸ μὲν δηλούμενόν ἐστιν ὅπου σὺ κύριος καὶ οἰκοδεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα· τοῖς δʼ ὀνόμασι τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα παραλαμβάνουσιν)· ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ Σάγκτου Σάγκτου] Σάγκου? ἱερῷ χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτοι, τὸ μὲν οἰκουρίας αὐτῆς, τὸ δʼ ἐνεργείας σύμβολον.