3
ὕστερον δὲ πολέμου πρὸς τοὺς Ἐρυθραίους αὐτοῖς γενομένου, μέγιστον Ἰώνων δυναμένους τότε, κἀκείνων ἐπὶ τὴν Λευκωνίαν στρατευσάντων ἀντέχειν μὴ δυνάμενοι, συνεχώρησαν ἐξελθεῖν ὑπόσπονδοι, χλαῖναν μίαν ἑκάστου καὶ ἱμάτιον ἄλλο δὲ μηδὲν ἔχοντος. αἱ δὲ γυναῖκες ἐκάκιζον αὐτούς, εἰ προέμενοι τὰ ὅπλα γυμνοὶ διὰ τῶν πολεμίων ἐξίασιν· ὀμωμοκέναι δὲ φασκόντων, ἐκέλευον αὐτοὺς τὰ μὲν ὅπλα μὴ καταλιπεῖν, λέγειν δὲ πρὸς τοὺς πολεμίους ὅτι χλαῖνα μέν ἐστι τὸ ξυστόν, χιτὼν δʼ ἡ ἀσπὶς, ἀνδρὶ θυμὸν ἔχοντι. πεισθέντων δὲ ταῦτα τῶν Χίων καὶ πρὸς τοὺς Ἐρυθραίους παρρησιαζομένων καὶ τὰ ὅπλα δεικνυόντων, ἐφοβήθησαν οἱ Ἐρυθραῖοι τὴν τόλμαν αὐτῶν καὶ οὐδεὶς προσῆλθεν οὐδʼ ἐκώλυσεν, ἀλλʼ ἠγάπησαν ἀπαλλαγέντων. οὗτοι μὲν οὖν θαρρεῖν διδαχθέντες ὑπὸ τῶν γυναικῶν οὕτως ἐσώθησαν.
3
τούτου δʼ οὐδέν τι λειπόμενον ἔργον ἀρετῇ καὶ χρόνοις ὕστερον πολλοῖς ἐπράχθη ταῖς Χίων γυναιξίν, ὁπηνίκα Φίλιππος ὁ Δημητρίου πολιορκῶν τὴν πόλιν ἐκήρυξε κήρυγμα βάρβαρον καὶ ὑπερήφανον, ἀφίστασθαι τοὺς οἰκέτας πρὸς ἑαυτὸν ἐπʼ ἐλευθερίᾳ καὶ γάμῳ τῆς κεκτημένης, ὡς συνοικιῶν αὐτοὺς ταῖς τῶν δεσποτῶν γυναιξί. δεινὸν δʼ αἱ γυναῖκες καὶ ἄγριον θυμὸν λαβοῦσαι, μετὰ τῶν οἰκετῶν καὶ αὐτῶν συναγανακτούντων καὶ συμπαρόντων ὥρμησαν ἀναβαίνειν ἐπὶ τὰ τείχη, καὶ λίθους καὶ βέλη προσφέρουσαι καὶ παρακελευόμεναι καὶ προσλιπαροῦσαι προσλιπαροῦσαι] προσταλαιπωροῦσαι Wyttenbach. τοῖς μαχομένοις, τέλος δʼ ἀμυνόμεναι καὶ βάλλουσαι τοὺς πολεμίους, ἀπεώσαντο τὸν Φίλιππον, οὐδενὸς δούλου τὸ παράπαν ἀποστάντος πρὸς αὐτόν.
Ἀργεῖαι