Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
15 ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ διαπαλαίουσιν, ἡ μήτηρ ὀνομαστὶ προσκαλεσαμένη, δεῦρο, ἔφη, τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντὰ σε παρʼ ἀξίαν ἐφορᾶν ἢ ἀποθνήσκοντα.
15 τοῦ δʼ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπʼ αὐτὴν ἐκείνην καὶ μετʼ ὀργῆς ἐπιφερομένου, τῶν συνήθων τις αὐτῷ Κύλων Κύλων] Κύλλων in the Delphinian inscription (Dittenberger3 no. 423). ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme