Thesauros Literature biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
15 χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως ὁσίως] καὶ ὁσίως Schellens. προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι ἐκ τῆς ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme