9
τινὲς δὲ τοῦ λόγου τούτου παραμυθούμενοι τὸ μυθῶδες οὔ φασι κατάραις ὑπαγαγέσθαι τὴν θάλατταν αὐτόν, ἀλλὰ τοῦ πεδίου τὸ πιότατον ὑποκεῖσθαι τῇ θαλάττῃ ταπεινότερον· ὀφρὺν δὲ παρατείνουσαν ἀκτῆς, ἣ διεῖργε τὴν θάλατταν, ἐκρῆξαι τὸν Βελλεροφόντην, καὶ βίᾳ τοῦ πελάγους ἐπιφερομένου καὶ κατακλύζοντος τὸ πεδίον, τοὺς μὲν ἄνδρας οὐδὲν περαίνειν δεομένους αὐτοῦ, τὰς δὲ γυναῖκας ἀθρόας περιχυθείσας αἰδοῦς τυχεῖν καὶ ἀποπαῦσαι τὴν ὀργήν.
9
οἱ δʼ ὅλως τὴν λεγομένην Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φασὶ καὶ ποιεῖν ἀνακλάσεις ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφʼ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς. τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὰς ἀνακλάσεις ἀνακλάσεις καὶ ἀνακαύσεις, burning reflexions, in some mss. ἀνταποστέλλον ἐπεὶ δʼ οὐκ ἐτύγχανε χάριτος, ὀργῇ πρὸς ἄμυναν τραπέσθαι τῶν Λυκίων, πεισθῆναι δʼ ὑπὸ τῶν γυναικῶν.
9
ἣν δὲ Νύμφις ἐν τῷ τετάρτῳ περὶ Ἡρακλείας αἰτίαν εἴρηκεν, ἥκιστα μυθώδης ἐστί· λέγει γάρ, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις μὴ πατρόθεν ἀλλʼ ἀπὸ μητέρων χρηματίζειν.
Σαλματίδες