Thesauros Literature biography Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα Plutarch
5.19 ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, ἐμὸς γὰρ ἦν εἶπε. περὶ δὲ τοῦ ἑτέρου τοῦ ἑτέρου] του ἑτέρου W πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, οὐ γὰρ ἦν ἐμός ἔφη.
5.20 ἑτέρα ἀκούσασα ὅτι ὁ υἱὸς αὑτῆς τέθνηκεν ἐν μάχῃ καθάπερ ἐτέτακτο κάτθετε αὐτόν ἔφη, ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.
5.21 ἄλλη πομπὴν τελοῦσα πάνδημον ἤκουσεν ἐπὶ τῆς παρατάξεως νικᾶν τὸν υἱόν, ἐκ δὲ τῶν τραυμάτων πολλῶν γενομένων θνήσκειν. οὐ περιελομένη οὖν τὸν στέφανον, ἀλλὰ σεμνυνθεῖσα πρὸς τὰς πλησίον εἶπεν ὡς πολλῷ κάλλιον, ὦ φίλαι, ἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγινόμενον ζῆν.
5.22 διηγουμένου τινὸς τῇ ἀδελφῇ γενναῖον θάνατον τοῦ παιδὸς αὐτῆς, ἐκείνη εἶπεν ὅτι ὅσον ἐπʼ ἐκείνῳ γέγηθα, τοσοῦτον ἐπὶ σοὶ ἄχθομαι, ἐναρέτου συνοδίας ἀπολειφθέντι.
5.23 Λακαίνῃ τις προσέπεμψεν, εἰ φθορᾷ συνεπινεύει. ἡ δʼ ἔφη παῖς μὲν οὖσα ἔμαθον τῷ πατρὶ πείθεσθαι, καὶ τοῦτο ἔπραξα· γυνὴ δὲ γενομένη τῷ ἀνδρί· εἰ οὖν δίκαιά με παρακαλεῖ, τούτῳ φανερὸν ποιησάτω πρῶτον.
5.24 παρθένος πενιχρὰ ἐρωτηθεῖσα τίνα δίδωσι τῷ γαμοῦντι προῖκα, τὴν πάτριον ἔφη σωφροσύνην .
5.25 Λάκαινα ἐρωτηθεῖσα εἰ ἀνδρὶ προσελήλυθεν, οὐκ ἐγώ εἶπεν ἀλλʼ ὁ ἀνὴρ ἐμοί.
5.26 κρύφα τις διαπαρθενευθεῖσα καὶ διαφθείρασα τὸ βρέφος οὕτως ἐνεκαρτέρησε μηδεμίαν προενεγκαμένη φωνήν, ὥστε καὶ τὸν πατέρα καὶ ἄλλους πλησίον ὄντας λαθεῖν ἀποκυήσασα· τὸ γὰρ μέγεθος τῶν ἀλγηδόνων τῇ ἀσχημοσύνῃ τὸ εὔσχημον εὔσχημον *: ἄσχημον. Ordo verborum vid. esse: τὸ εὔσχημον προσπεσὸν τῇ ἀσχημ. ἐνίκ. τὸ μέγ. τ. ἀλγ. προσπεσὸν ἐνίκησε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme