2.6
Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν ὁ δὲ ἔφη, ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν.
Γυρτιάδος
3.1
Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, οὐ σιωπήσετε; ἔφη· ἔδειξε γὰρ οἵου αἵματος ἦν· καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς βοᾶν ἀλλʼ ἰατρεύεσθαι.
3.2
ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, οὐκ ἔμελλεν, ἔφη, πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπʼ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν κατακανεῖν F.C.B.: κατακαίνειν. ἐκείνους; ἥδιον δʼ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.
Δαματρίας
4.1
Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἑαυτοῦ in some mss. ἀκούσασα, παραγενόμενον ἀνεῖλε· τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε, τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.
Λακαινῶν ἀδήλων
5.1
ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα λιποτακτήσαντα, the preferred form: λειποτακτήσαντα. ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, οὐκ ἐμὸν τὸ φίτυμα. ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε, ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.