42
ἀπείρητο δʼ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάττης κρατήσαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων συναχθέντων τοῖς Λακεδαιμονίοις, οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν. Ἀλκαμένει γὰρ καὶ Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη ἁ φιλοχρηματία Σπάρταν ὀλέει. ὀλέει or ἀπολεῖ F.C.B.: ὀλεῖ. ἀλλʼ ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα.