Thesauros Literature biography Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα

Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch
11 παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ αὐτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν ἂν ἂν Cobetus αἰσχρὸν προστάξαι τοῖς τέκνοις.
12 κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάσσουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.
13 τὸ δὲ ἔργον τῆς συσσιτίας διά τε ταῦτα γλίσχρον ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν οὕτω γὰρ ᾤοντο καὶ εἰς τὸν πόλεμον χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης τὴν δʼ ἀνοψίαν ὑποφέρειν, ὑποφέρειν M: ἀποφέρειν ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα καὶ εὐαυξῆ εὐαυξὴ *: εὐεξὴ ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος μὴ πιεζόμενον πιεζόμενον] πιεζόμενον τὸ πνεῦμα? ἐπαίρειν εἰς ὕψος τὰ σώματα· καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους πολυτρέφους X: πολυεροπους διὰ βάρος ἀντιβαίνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme