Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.42 ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον οἱ δὲ καλούμενοι Τρωαδεῖς, Τρωαδεῖς] Τράλλεις Vit. Ages. c. 16 οἷς καὶ Ξέρξης ὡς λέγεται δέδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.
2.43 τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύεσθαι, βουλευέσθω τοίνυν εἶπεν ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. προάγειν Cobetus ex Vit. Ages. c. 16: προαίρειν
2.44 τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν· εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme