69.47
εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ ἔλαιον, τί, ἔφη, εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;
69.48
πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν, οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.
69.49
εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο, ἐλεύθεροι γὰρ εἰμες οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.
69.50
προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ Δία, εἶπεν, ἔνδον τι εἶναι δεῖ.
69.51
Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο, τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος τάδε, θεὶς ... τάδε] παῖδ’ ... τιθείς Palatine Anthology vii. 229. Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
69.52
Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε, τί τοῦτο τούτο] τούτῳ, if necessary. ὡς οὐ καθαρῷ; σφόδρα δὲ ὠς ῥυπαρῷ πλεῖον παράχει. παραχεῖ F.C.B.: παρέχει or παράχει.