Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.28 ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν ἄχρις οὗ τοῦτο φθάνῃ.
2.29 ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους ταῦτά ἐστιν εἶπε τὰ Λακεδαιμονίων τείχη.
2.30 ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις ἔφη ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.
2.31 τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.
2.32 ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.
2.33 ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.
2.34 θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, οὐκ αἰσθάνῃ ἔφη ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;
2.35 ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, θανάτου καταφρονήσας ἔφη.
2.36 ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετʼ αὐλῶν ἀγωνίζονται, ἔφη ἵνʼ, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσι.
2.37 μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν ἀλλʼ οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε.
2.38 πολλὴν δὲ τῆς Ἀσίας ὑφʼ ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπʼ αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme