Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.23 καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον δι’ ὅ τι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ἵνα, ἔφη, οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.ʼ ʼ
2.24 Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πώματα πώματα the preferred form: πόματα. πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κεκομικότας, κεκομικότας] κομίζοντας some mss. ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι. διαδοῦναι] διαδιδοῦσθαι some mss. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη, τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι· τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.
2.25 πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπʼ αὐτοῦ εὐεργετῆσθαι, ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι ἀποθεώσεσι] ἀποθεώσει van Herwerden. τιμησάντων, καὶ περὶ τούτου πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται· φαμένων δέ, ἄγετʼ, ἔφη, ποιήσατε πρώτους ἑαυτοὺς θεοὺς θεούς added by Bernardakis, but it is not absolutely necessary.· καὶ τοῦτʼ ἂν πράξητε, τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme