Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.29 πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρʼ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.
69.30 Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν, εἶπον, εἰ πρὸς ἕνα εἷς;
69.31 ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.
69.32 ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων, τὸν πατέρα ἐζημίωσαν ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.
69.33 ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν ὅτι δακτύλοις κιθαρίζει.
69.34 δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς, εἶπε, πρὸς θεῶν, οὐ γὰρ δίκαιον καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme