Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.56 ἐπαίτης ᾔτησε Λάκωνα· ἀλλὰ εἰ δοίην σοι ἔφη μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.
69.57 Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς οὐδέν εἶπε φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.
69.58 λαβών τις μοιχὸν ἐπʼ αἰσχρᾷ γυναικὶ ἄθλιε εἶπε τίς τοι ἀνάγκα;
69.59 ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ἀλλὰ νὴ τὼ σιώ εἶπεν ἀνδρεῖός γε ὁ ἄνθρωπος, πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶσσαν.
69.60 εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν Σπάρτῃ μόνῃ εἶπε λυσιτελεῖ γηράσκειν.
69.61 ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ἀγαθός εἶπε κακκονῆν κακκονὴν *: κακάνειν νέων ψυχάς.
69.62 ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δὲ αὐτῷ τινων ποῖ ποῖ *: ποῦ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; κἂν μηδὲν ἕτερον πράξω ἔφη πολεμίου γε μάχαιραν ἀμβλυνῶ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme