Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
67.3 ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, ὅπως, ἔφη, περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.
67.4 πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη, οὐ πλείω τῆς ἱκανῆς.

Χαρίλλου

68.1 Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ὅτι, ἔφη, τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.
68.2 πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ὅτι, ἔφη, τὰς; μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.
68.3 τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, εἰ μὴ ὠργιζόμην, εἶπε, κατέκτανον ἄν σε.
68.4 ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη, ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.
68.5 πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως, ἔφη, μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄνοπλοι τοῖς θεοῖς εὔχωνται.
68.6 πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν, ὅτι τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.

Διάφορα Τῶν ἐν Τοῖς Λάκωσιν Ἀδόξων Ἀποφθέγματα διαφορα ... αποφθεγματα omitted in most mss.

69.1 Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, τὰ μὲν πρᾶτα πρᾶτα Cobet: πρῶτα. ἐπιλελάσμεθα, ἐπιλελάσμεθα Cobet: ἐπιλελάθαμες. τὰ δὲ ὕστερα οὐ συνήκαμες συνήκαμες] συνείκαμες Cobet. διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme