Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
58.2 τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, τί οὖν οἴεσθε, ἔφη, τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας κακῶς ποιήσειν;ν
58.3 πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην, ὅπως, ἔφη, μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.
58.4 πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, θέλεις οὖν, ἔφη, δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις;ν
58.5 θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, κρεῖττον ἔφη αὐτοὺς εἶναι, πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια.
58.6 μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφʼ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, νὴ τοὺς θεούς, ἔφη, λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.

Παυσανίου τοῦ Πλειστωνάκτος

59.1 Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρʼ αὐτοῖς, ὅτι τοὺς νόμους, ἔφη, τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.
59.2 ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις, διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες; ὅτι οὐδʼ οἱ ἰατροί, ἔφη, παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.
59.3 πυνθανομένου δέ τινος αὐτοῦ πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, εἰ τὸν ἄριστον, εἶπε, στρατηγὸν καταστήσαιμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme