2.17
ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν φίλων τοιοῦτος ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.ʼ
2.18
δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις· ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχεν.
2.19
διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δὴ δὴ F.C.B. (probably corrupted to δεῖ and then into the infinitive): δεῖν. προσήκειν in the line above should be kept, as it stands in Xenophon, Agesilaus, 5. 2, the source of the quotation. τῶν ἰδιωτῶν περιεῖναι.
2.20
πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, καταφρονεῖν, ἔφη, τῶν ἡδονῶν.
2.21
πρὸς δε τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ἀντὶ ταύτης, ἔφη, τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα. ἀμώμεθα] μώμεθα Valckenaer, μνώμεθα S. A. Naber.
2.22
ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου γένηται, ἀλλʼ ἐγώ, εἶπεν, ἐμαυτὸν ἐθίζω μελετῶν μελετῶν or ἀσκῶν F.C.B.: λέγων. ὥστʼ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.