Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
53.23 μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ, ὅπως, εἶπε, μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.
53.24 ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ὅπως, εἶπε, πλείω τοὺς ἐχθροὺς βλάπτωμεν. βλάπτωμεν E. Kurtz: βλάπτοιμεν.
53.25 ἄλλου δʼ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ἵνα, ἔφη, μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν.
53.26 τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν, εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ.
53.27 πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν, πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἐὰν πτωχοί, ἔφη, μένητε μένητε Life of Lycurgus, chap. xix.: ἦτε. καὶ μὴ μείζων μείζων from μέσδων (sic!) Life of Lycurgus, chap. xix.: μεῖζον. ἅτερος θατέρου ἐρᾶτε εἶναι. ἐρᾶτε εἶναι F.C.B. from the Life of Lycurgus, chap. xix.; with the omission of one syllable -ατ- gives almost exactly the queer ms. reading ἐρεείνῃ (or ἐρεένει): ἐρέῃ εἶναι Sintenis.
53.28 καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.
53.29 ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους; ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme