Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
53.20 τοσαύτη δʼ ἦν κατʼ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὐταῖς. αὐταῖς] αὑτοῖς Kronenberg from the Life of Lycurgus, chap. xv. καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα Γεραδάτα, Γεραδάτας] Γεράδα, Γεράδας in the Life of Lycurgus, chap. xv. τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου, εἶπεν, οὐδείς, ὦ ξένε, γίγνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἂν οὖν γένηται, ταῦρον, ἔφη ὁ Γεραδάτας ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δʼ ἐκείνου καὶ φήσαντος, πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ταῦρον ἐκτίνει μέγαν ... τηλικοῦτος; γελάσας Xylander from the Life of Lycurgus, chap. xv.: the mss. have only ταὐτὸν ἔφη ὁ Γεραδάτας. ὁ Γεραδάτας Γεραδάτα, Γεραδάτας] Γεράδα, Γεράδας in the Life of Lycurgus, chap. xv. πῶς γὰρ ἄν, ἔφη, μοιχὸς ἐν Σπάρτῃ γένοιτο ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται;ν
53.21 πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε, σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.
53.22 πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως, ἔφη, μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme