Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
54.7 τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.
54.8 Μεγαρέως δὲ ἀνδρὸς ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου εἶπεν ὦ ξένε, πόλεως δέονται.
54.9 ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε εἶπεν ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ διʼ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν.
54.10 ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; φαμένου δὲ τῶν θεῶν, σὺ τοίνυν ἔφη ἐκποδών μοι κατάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.
54.11 Πέρσου δʼ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, ἥτις ἔφη τοῖς ἀνδρείοις καὶ δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.
54.12 πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, δύο βοῦς ἔχω ἔφη ἐν ἀγρῷ· σιγώντων δʼ ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τόν τε ἀργὸν καὶ τὸν ἐργαζόμενον.
54.13 λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme