Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
53.11 ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται. διὸ καὶ Ἀγησιλάου Ἀγεσιλάου or Ἀγεσιλάῳ but usually κατασκευάσαντος; presumably they should agree as in the Life of Lycurgus, chap. xiii. ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. Ἀγεσιλάου or Ἀγεσιλάῳ but usually κατασκευάσαντος; presumably they should agree as in the Life of Lycurgus, chap. xiii. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας, καλά, εἶπε, τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ μηδὲ to accord with other quotations of the passage: μήτε. εἰδότας μάχεσθαι διδάξας.
53.12 ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ἵνʼ, ἔφη, ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ, αὐταὶ τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας, καὶ, εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ τῆς πατρίδος μάχεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme