Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
53.14 εἴρξας δὲ τοὺς ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθείς, πολλὴν πρόνοιαν ἐποιήσατο τῆς παιδοποιίας· τιμῆς δὲ καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε. καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν· ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπών οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας.
53.15 πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ὅπως ἔφη μήτε διʼ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῆται. ποιῆται *: ποιεῖται διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως ἀπήλασεν.
53.16 ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα, ζητοῦντα] add. τὴν ζἰτίαν X ἵνʼ ἔφη τὰ γεννώμενα ἰσχυρὰ ᾖ ἐκ τελείων γεννώμενα.
53.17 πρὸς δὲ τὸν θαυμάζοντα, διότι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετʼ εὐλαβείας συνεῖναι, ὅπως ἔφη καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γινόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.
53.18 καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως.
53.19 πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme