Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
53.11 ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται διὸ καὶ Ἀγησιλάῳ ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας καλά εἶπε τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ μηδὲ *: μήτε εἰδότας μάχεσθαι διδάξας.
53.12 ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ἵνʼ ἔφη ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ· αὐταί τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας· καὶ εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καί τέκνων καὶ τῆς πατρίδος μάχεσθαι.
53.13 μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ἵνʼ ἔφη τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν· δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν. ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον· εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡς μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι ἀπεκρίνατο μόναι γὰρ ἡμεῖς ἄνδρας τίκτομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme