Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
51.5 γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε, λέγοντι τὸν βάρβαρον ἐγγὺς γενόμενον προΐμεν, προΐμεν F.C.B.: a lacuna in one ms.: nothing in the rest. ἆμε ἆμε F.C.B.: ἄμμε. δὲ χρονοτριβέειν ἤδη γὰρ ἢ κανέομες ἢ κανέομες (κανίομες? κανέμεν?) F.C.B.: ἢ κτάμεν Bernardakis: ἥκαμες or ἥκαμεν. τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν μέλλομες.
51.6 λέγοντος δέ τινος, ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, οὐκοῦν, ἔφη, χάριεν, εἰ ὑπὸ σκιᾷ σκιᾷ F.C.B. (Herodotus, vii. 226, and Stobaeus, Florilegium, vii. 46): σκιάν. αὐτοῖς μαχεσόμεθα.
51.7 ἄλλου δὲ εἰπόντος, πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς αὐτῶν ἐγγύς.
51.8 εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με, ἔφη, τῷ πλήθει, οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστὶν εἰ δὲ ταῖς ἀρετ αῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.
51.9 ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν, εἶπεν, πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.
51.10 Ξέρξου δὲ γράψαντος αὐτῷ, ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ ταττομένῳ, τῆς Ἑλλάδος μοναρχεῖν, ἀντέγραψεν, εἰ τὰ καλὰ τοῦ βίου ἐγίγωσκες, ἐγίγνωσκες F.C.B.: ἐγίνωσκες Bernardakis: γιγώσκεις or γινώσκοις. ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἐμοὶ δὲ κρείττων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.
51.11 πάλιν δὲ τοῦ Ξέρξου γράψαντος, πέμψον τὰ ὅπλα, ἀντέγραψε, μολὼν λαβέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme