Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
51.14 ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι ἔφη τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.
51.15 τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν ὁ μὲν εἶπεν οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα· ὁ δὲ δεύτερος αὐτοῦ μένων κρέσσων ἂν εἴην ὁ δὲ τρίτος οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.

Λοχάγου

52.1 Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγείλαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, πάλαι ᾔδειν ἔφη ὅτι ἀποθανεῖν αὐτὸν ἔδει.

Λυκούργου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme