45.16
Μαιανδρίου Μαιανδρίου, Μαιάνδριον F.C.B. (as always elsewhere): Μαίανδρου, Μαίανδρον. δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα ἐκεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους, ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι. οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαιάνδριον Μαιανδρίου, Μαιάνδριον F.C.B. (as always elsewhere): Μαίανδρου, Μαίανδρον. αὐτῆς ἡμέρας.
45.17
εἰπόντος δέ τινος, διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε; οὐδʼ ἂν ἀνέλοιμεν, ἔφη, ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν.
45.18
πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ὅτι, ἔφη, ἀπὸ δειλῶν ἐστι. Most mss. add also τὰ γοῦν ἀπὸ τῶν κεκτημένων διὰ δειλίαν, κτλ. ... θεοῖς ἀνατιθέναι, as in 224 f (4) infra.
Κλεομένους τοῦ Κλεομβρότου
46.1
Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης, τῶν κατακτεινόντων τοίνυν αὐτούς, ἔφη, τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους.
Λαβωτου
47.1
Λαβώτας, μακρολογοῦντός τινος, εἶπε, τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ, ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτος τοσοῦτος F.C.B.: τοσοῦτον. καὶ ὁ λόγος ᾧ χρῆσαι.
Λεωτυχίδου