Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.14 τρεψάμενος δὲ περὶ παρὰ? Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.
2.15 Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν· ὡς δʼ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος· τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος *: φιλήματος ἐλθεῖν, καὶ εἰ εἰ* μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον· χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας οὐδέν ἔφη δεῖν πείθειν ἐκεῖνον ἡμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν· ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.
2.16 τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον πρὸς αὐτούς. πρὸς αὐτούς delevit Huttenus φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων. πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme