41.1
Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ Ἀρχιδάμῳ] Ἀντιπάτρω W παρετάσσετο, συμπεμφθεὶς συμπεμφθεὶς] πεμφθεὶς idem τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος οὗτος] i.e. ὧ οὑτος ἔφη οὔτοι κάλλιον θάνατον θάνατον] deleverim ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.
Ἱπποκρατίδου
42.1
Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος προσθέντος] προθέντα? πῶς χρήσηται χρήσηται *: χρήσεται αὐτῷ, ἀντέγραψεν εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.
42.2
ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.
Καλλικρατίδου
43.1
Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον εἶπεν εἰ σὺ ἤμην· καὶ γὰρ αὐτός εἶπεν εἰ σὺ ἦν.