Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
23.4 ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον· πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν· ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δʼ ἐκείνου κρείττονας ἔχει ἡ Σπάρτη.

Δαμωνίδου

24.1 Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστῶντος, εὖγε, εἶπεν, ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται.

Δαμιδος

25.1 Δᾶμις πρὸς τὰ ἐπισταλέντα παρὰ τοῦ Ἀλεξάνδρου θεὸν εἶναι ψηφίσασθαι, συγχωροῦμεν, ἔφη, Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι.

Δαμινδου

26.1 Δαμίνδας, Δαμίνδας] Δαμιάδας (a name found in Spartan inscriptions) is suggested by Bernardakis. Φιλίππου ἐμβαλόντος εἰς Πελοπόννησον καὶ εἰπόντος τινός, κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι, εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται, ἀνδρόγυνε, εἶπε, τί δʼ ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονήσαντες;ν

Δερκταιδου

27.1 Δερκυλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν, εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον· οὐδὲν γὰρ ἀδικοῦμεν εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείττων.

Δημαράτου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme