Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
20.8 καταπελτικὸν δὲ ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἁρετά.
20.9 ἐπεὶ δὲ οὐκ ἐβούλοντο Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίπατρον Ἀντίπατρον Wyttenbach: Ἀντίγονον. καὶ Κρατερὸν τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε, πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ.

Αστυκρατίδου

21.1 Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττηθῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον μάχῃ περὶ Μεγάλην πόλιν, τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν; εἶπε, τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρτης;

Βίαντος

22.1 βίας Βιαντος, Βίας] αναξιβιου, Ἀναξίβιος Wyttenbach, rightly without much doubt. ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποιεῖν, τί γὰρ ἄλλο, ἔφη, ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν;ν

Βρασίδου

23.1 Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, οὐδὲν οὕτως, ἔφη, μικρόν ἐστιν, ὃ οὐ οὐ] μὴ 190 b (1), supra. σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.
23.2 ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε· καὶ πῶς ἐτρώθη ἐρωτηθείς, προδούσης με, ἔφη, τῆς ἀσπίδος.
23.3 ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις, ἅσσα δήλωμαι δήλωμαι Valckenaer: δηλῶμαι. πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme